Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.3 Dem. 27.6 (English) >>Dem. 27.9

27.5κἀκείνῳ μὲν ἔδωκεν ἐκ τῶν ἐμῶν ἑβδομήκοντα μνᾶς καρπώσασθαι τοσοῦτον χρόνον, ἕως ἐγὼ ἀνὴρ εἶναι δοκιμασθείην, ὅπως μὴ διʼ ἐπιθυμίαν χρημάτων χεῖρόν τι τῶν ἐμῶν διοικήσειεν· Δημοφῶντι δὲ τὴν ἐμὴν ἀδελφὴν καὶ δύο τάλαντʼ εὐθὺς ἔδωκεν ἔχειν, αὐτῷ δὲ τούτῳ τὴν μητέρα τὴν ἐμὴν καὶ προῖκʼ ὀγδοήκοντα μνᾶς, καὶ τὴν οἰκίαν <οἰκεῖν> καὶ σκεύεσι χρῆσθαι τοῖς ἐμοῖς, ἡγούμενος, καὶ τούτους ἔτʼ οἰκειοτέρους εἴ μοι ποιήσειεν, οὐκ ἂν χεῖρόν μʼ ἐπιτροπευθῆναι ταύτης τῆς οἰκειότητος προσγενομένης. 27.6λαβόντες δʼ οὗτοι ταῦτα πρῶτον σφίσιν αὐτοῖς ἐκ τῶν χρημάτων, καὶ τὴν ἄλλην οὐσίαν ἅπασαν διαχειρίσαντες, καὶ δέκʼ ἔτη ἡμᾶς ἐπιτροπεύσαντες, τὰ μὲν ἄλλα πάντʼ ἀπεστερήκασιν, τὴν οἰκίαν δὲ καὶ ἀνδράποδα τέτταρα καὶ δέκα καὶ ἀργυρίου μνᾶς τριάκοντα, μάλιστα σύμπαντα ταῦτʼ εἰς ἑβδομήκοντα μνᾶς παραδεδώκασι. 27.7καὶ τὸ μὲν κεφάλαιον τῶν ἀδικημάτων, ὡς ἂν συντομώτατʼ εἴποι τις, τοῦτʼ ἔστιν, ἄνδρες δικασταί· τὸ δὲ πλῆθος τῆς οὐσίας ὅτι τοῦτʼ ἦν τὸ καταλειφθέν, μέγιστοι μὲν αὐτοὶ μάρτυρές μοι γεγόνασιν· εἰς γὰρ τὴν συμμορίαν ὑπὲρ ἐμοῦ συνετάξαντο κατὰ τὰς πέντε καὶ εἴκοσι μνᾶς πεντακοσίας δραχμὰς εἰσφέρειν, ὅσονπερ Τιμόθεος Κόνωνος καὶ οἱ τὰ μέγιστα κεκτημένοι τιμήματʼ εἰσέφερον· δεῖ δὲ καὶ καθʼ ἕκαστον ὑμᾶς ἀκοῦσαι τά τʼ ἐνεργὰ αὐτῶν καὶ ὅσʼ ἦν ἀργὰ καὶ ὅσου ἦν ἄξιʼ ἕκαστα. ταῦτα γὰρ μαθόντες ἀκριβῶς εἴσεσθε, ὅτι τῶν πώποτʼ ἐπιτροπευσάντων οὐδένες ἀναιδέστερον οὐδὲ περιφανέστερον οὗτοι τὰ ἡμέτερα διηρπάκασιν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.3 Dem. 27.6 (English) >>Dem. 27.9

Powered by PhiloLogic